Add parallel Print Page Options

18 [a]Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ. 19 [b]ἐν τούτῳ [c]γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν [d]τὴν καρδίαν ἡμῶν 20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. 21 ἀγαπητοί, ἐὰν ἡ καρδία [e]μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν, 22 καὶ ὃ [f]ἐὰν αἰτῶμεν λαμβάνομεν [g]ἀπ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. 23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα [h]πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν [i]ἡμῖν. 24 καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 3:18 Τεκνία WH Treg NIV ] + μου RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 3:19 ἐν WH ] καὶ ἐν Treg NIV RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 3:19 γνωσόμεθα WH Treg NIV ] γινώσκομεν RP
  4. ΙΩΑΝΝΟΥ Α΄ 3:19 τὴν καρδίαν WH NIV ] τὰς καρδίας Treg RP
  5. ΙΩΑΝΝΟΥ Α΄ 3:21 μὴ καταγινώσκῃ ἡμῶν Treg ] μὴ καταγινώσκῃ WH; ἡμῶν μὴ καταγινώσκῃ NIV; ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν RP
  6. ΙΩΑΝΝΟΥ Α΄ 3:22 ἐὰν Treg NIV RP] ἂν WH
  7. ΙΩΑΝΝΟΥ Α΄ 3:22 ἀπ᾽ WH Treg NIV ] παρ᾽ RP
  8. ΙΩΑΝΝΟΥ Α΄ 3:23 πιστεύσωμεν WH NIV RP ] πιστεύωμεν Treg
  9. ΙΩΑΝΝΟΥ Α΄ 3:23 ἡμῖν WH Treg NIV ] – RP